Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.38.2 | Hdt. 2.39.4 (English) | >>Hdt. 2.41.3 |
2.39.2 σῶμα μὲν δὴ τοῦ κτήνεος δείρουσι , κεφαλῇ δὲ κείνῃ πολλὰ καταρησάμενοι φέρουσι , τοῖσι μὲν ἂν ᾖ ἀγορὴ καὶ Ἕλληνές σφι ἔωσι ἐπιδήμιοι ἔμποροι , οἱ δὲ φέροντες ἐς τὴν ἀγορὴν ἀπʼ ὦν ἔδοντο , τοῖσι δὲ ἂν μὴ παρέωσι Ἕλληνες , οἱ δʼ ἐκβάλλουσι ἐς τὸν ποταμόν ·
2.39.3 καταρῶνται δὲ τάδε λέγοντες τῇσι κεφαλῇσι , εἴ τι μέλλοι ἢ σφίσι τοῖσι θύουσι ἢ Αἰγύπτῳ τῇ συναπάσῃ κακὸν γενέσθαι , ἐς κεφαλὴν ταύτην τραπέσθαι .
2.39.4 κατὰ μέν νυν τὰς κεφαλὰς τῶν θυομένων κτηνέων καὶ τὴν ἐπίσπεισιν τοῦ οἴνου πάντες Αἰγύπτιοι νόμοισι τοῖσι αὐτοῖσι χρέωνται ὁμοίως ἐς πάντα τὰ ἱρά , καὶ ἀπὸ τούτου τοῦ νόμου οὐδὲ ἄλλου οὐδενὸς ἐμψύχου κεφαλῆς γεύσεται Αἰγυπτίων οὐδείς .
ch. 40
2.40.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 2.38.2 | Hdt. 2.39.4 (English) | >>Hdt. 2.41.3 |